This work is licenced under a
Creative Commons Licence
GC1_DK93 ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει, ἀλλὰ σημαίνει.
GC2_DK92 Σίβυλλα δὲ μαινομένωι στόματι ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτέων ἐξικνέεται τῆι φωνῆι τὸν θεόν.
GC3_DK50 οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκούσαντας [ὁμολογεῖν] σοφόν ἐστιν ἓν πάντα εἰδέναι.
GC4_DK51 οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῶι ὁμολογέει: παλίντροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης.
GC5_DK8 τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν: καὶ πάντα κατ' ἔριν γίνεσθαι.
GC6_DK125 καὶ ὁ κυκεὼν διίσταται <μὴ> κινούμενος.
GC7_DK80 εἰ δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνὸν καὶ δίκην ἔριν καὶ γινόμενα πάντα [ἔριν] τὰ χρεώμενα...
GC8_DK48 τῶι οὖν τόξωι ὄνομα βίος, ἔργον δὲ θάνατος.
GC9_DK1 τοῦ δὲ λόγου τοῦδ' ἐόντος, αἰεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.
γινομένον γὰρ πάντον κατὰ τὸν λόγον τόνδε, ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι, κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει.
τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.
GC10_DK115 ψυχῆς ἐστι λόγος ἑαυτὸν αὔξων.
GC11_DK114 ξὺν νόωι λέγοντας ἰσχυρίζεσθαι χρὴ τῶι ξυνῶι πάντων, ὅκωσπερ νόμωι πόλις καὶ πολὺ ἰσχυροτέρως.
τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατέει γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκέει πᾶσι καὶ περιγίνεται.
GC12_DK103 ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου.
GC13_DK2 διὸ δεῖ ἕπεσθαι τῶι ξυνῶι. τοῦ λόγου δ'ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν.
GC14_DK113 ξυνόν ἐστι πᾶσι τὸ φρονέειν.
GC15_DK112 φρονέειν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν, κατὰ φύσιν ἐπαΐοντας
GC16_DK110 ἀνθρώποισι γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον.
GC17_DK108 ὁκόσων λόγους ἤκουσα οὐδεὶς ἀφικνέεται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον.
GC18_DK52 αἰὼν παῖς ἐστι παίζων, πεσσεύων· παιδὸς ἡ βασιληίη.
GC19_DK53 Πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους.
GC20_DK54 ἁρμονίη ἀφανὴς φανερῆς κρέσσων.
GC21A_DK5 καθαίρονται δ' ἄλλωι αἵματι μιαινόμενοι οἷον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῶι ἀπονίζοιτο.
GC21B_DK5 καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ' ἥρωας οἵτινες εἰσι.
GC22_DK13 ὕες βορβόρωι χαίρουσι μᾶλλον ἢ καθαρῶι ὕδατι.
GC23_DK55 ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω.
GC24_DK56 ἐξηπάτηνται οἰ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρωι, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτε ἐλάβομεν, ταῦτα φέρομεν.
GC25_DK99 εἰ μὴ ἥλιος ἧν, εὑφρόνη ἂν ἧν.
GC26_DK57 διδάσκαλος δὲ πλείστον Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὑφρόνην οὐκ ἐγίνωσκεν· ἒστι γάρ ἕν.
GC27_DK10 συνάψιες οὖλα καὶ οὐκ οὖλα, συμφερόμενον καὶ διαφερόμενον, συνᾶιδον διᾶιδον· καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.
GC28_DK59 γραφέον ὁδὸς ἰθεῖα καὶ σκολιή.
GC29_DK90 πυρός τε ἀνταμοιβὴ τὰ πάντα καὶ πῦρ ἁπάντων, ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός.
GC30_DK30 κόσμον τὸνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ'ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.
GC31A_DK31 πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ.
GC31B_DK31 <γῆ> θάλασσα διαχέεται, καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέθαι γῆ.
GC32_DK21 θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος.
GC33_DK60 ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή.
GC34_DK84A ματαβάλλον ἀναπαύεται.
GC35_DK84B κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι.
GC36_DK107 κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων.
GC37_DK101 ἐδιζησάμην ἐμεωυτόν.
GC38_DK- ἀνάπαυλα ἐν τῆι φυγῆι.
GC39_DK61 θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.
GC40_DK78 ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει.
GC41_DK79 ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος, ὅκωσπερ παῖς πρὸς ἀνδρός.
GC42_DK70 παίδων ἀθύρματα.
GC43_DK62 ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.
GC44_DK12 ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ.
καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.
GC45A_DK91 ποταμῶι γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῶι αὐτῶι.
GC45B_DK91 σκίδνησι καὶ πάλιν συνάγει, καὶ πρόσεισι καὶ ἄπεισι.
GC46_DK49 ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν.
GC47_DK98 αἱ ψυχαὶ ὀσμῶνται καθ'Ἅιδην.
GC48_DK7 εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.
GC49A_DK77 ψυχῆισι τέρψιν ἢ θάνατον ὑγρῆισι γενέσθαι.
GC49B_DK77 ζῆν ἡμᾶς τὸν ἐκείνων θάνατον καὶ ζῆν ἐκείνας τὸν ἡμέτερον θάνατον.
GC50_DK116 ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν ἑωυτοὺς καὶ φρονέειν.
GC51_DK117 ἀνὴρ ὀκόταν μεθυσθῆι, ἄγεται ὑπὸ παιδὸς ἀνήβου, σφαλλόμενος, οὐκ ἐπαΐων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων.
GC52_DK118 αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη.
GC53_DK36 ψυχῆισιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι· ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.
GC54_DK3 εὖρος ποδὸς ἀνθρωπεΐου.
GC55_DK45 ψυχῆς πείρατα ἰὼν οὐκ ἄν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει.
GC56_DK46 οἴησιν ἱρὴν νοῦσον.
GC57_DK26 ἄνθρωπος ἐν ευφρόνηι φάος ἅπτεται ἑαυτῶι [ἀποθανὼν] ἀποσβεσθεὶς ὄψεις, ζῶν δὲ ἅπτεται τεθνεῶτος [εὕδων ἀποσβεσθεὶς ὄψεις], ἐγρεγορώς ἅπτεται εὕδοντος.
GC58_DK27 ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.
GC59A_DK14 νυκτιπόλοις μάγοις βάκχοις λήναις μύσταις.
GC59B_DK14 τὰ γὰρ νομιζόμενα κατ'ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται.
GC60_DK15 εἰ μὴ γὰρ Διονύσωι πομπὴν ἐποιῦντο καὶ ὕμνεον ἆισμα, αἰδοίοισιν ἀναιδέστατα εἴργαστ'ἄν. ὡυτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεωι μαίνονται καὶ ληναΐζουσιν.
GC61_DK58 οἱ γοῦν ἰστροὶ τέμνοντες, καίοντες πάντηι, ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν ταῦτα ἐργαζόμενοι.
GC62_DK20 γενόμενοι ζώειν ἐθέλουσι μόρους τ'ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι.
GC63_DK18 ἐὰν μὴ ἔλπηται ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.
GC64_DK22 χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον.
GC65_DK23 Δίκης ὄνομα οὐκ ἄν ἤιδεσαν, εἰ ταῦτα μὴ ἦν.
GC66_DK24 Ἀρηϊφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι.
GC67_DK40 πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Σενοφάνεά τε καὶ Ἑκαταῖον.
GC68_DK95 κρύπτειν ἀμαθίην κρέσσον.
GC69_DK97 κύνες γὰρ καταβαΰζουσιν ὧν ἂν μὴ γινώσκωσι.
GC70_DK86 ἀπιστίη διαφυγγάνει μὴ γινώσκεσθαι.
GC71_DK19 ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ'εἰπεῖν.
GC72_DK104 τίς γὰρ αὐτῶν νόος ἢ φρὴν; δὴμων ἀοιδοῖσι πείθονται καὶ διδασκάλωι χρείωνται ὁμίλωι οὐκ εἰδότες ὅτι οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί.
GC73_DK41 ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.
GC74_DK42 τόν γε Ὃμηρον ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως.
GC75_DK43 ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαιήν.
GC76_DK44 μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου [ὑπὲρ τοῦ γινομένου] ὅκωσπερ τείχεος.
GC77_DK29 αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν· οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα.
GC78_DK25 μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι.
GC79_DK63 ἔνθα δ'ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν.
GC80_DK28 δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει. καὶ μέντοι καὶ Δίκη καταλήψεται ψευδῶν τέκτοντας καὶ μάρτυρας.
GC81_DK94 Ἤλιος γὰρ οὐχ ὑπερβήσεται μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.
GC82_DK64 τὰ δὲ πάντα οἰακίζει κεραυνός.
GC83_DK11 πᾶν γὰρ ἑρπετὸν <θεοῦ> πληγῆι νέμεται.
GC84_DK32 ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.
GC85_DK33 νόμος καὶ βουλῆι πείθεσθαι ἑνός.
GC86_KD34 ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι: φάτις αὐτοῖσιν μαρτυρέει παρεόντας ἀπεῖναι.
GC87_KD64 φρόνιμον τὸ πύρ.
GC88_DK65 χρησμοσύνην καὶ κόρον.
GC89_DK6 ὁ ἥλιος νέος ἐφ'ἡμέρηι ἐστίν.
GC90_DK66 πάντα γὰρ τὸ πῦρ ἐπελθὸν κρινέει καὶ καταλήψεται.
GC91_DK67 ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός, ἀλλοιοῦται δὲ ὅκως πῦρ, ὁκόταν συμμιγῆι θυώμασιν, ὀνομάζεται καθ'ἡδονὴν ἑκάστου.
GC92_DK123 φύσις κρύπτεσθαι φιλέει.
GC93_DK17 οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκόσοι ἐγκυρέουσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι.
GC94_DK71 τοῦ ἐπιλανθανομένου ἧι ἡ ὁδὸς ἄγει.
GC95_DK72 ὧι μάλιστα διηνεκέως ὁμιλέουσι λόγωι, τούτωι διαφέρονται, καὶ οἷσι καθ'ἡμέραν ἐγκυρέουσι, ταῦτα αὐτοῖσι ξεῖνα φαίνεται.
GC96_DK73 ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν.
GC97_DK74 παῖδας τοκεώνων.
GC98_DK75 τοὺς καθεύδοντας ἐργάτας εἶναι καὶ συνεργοὺς τῶν ἐν τῶι κόσμωι γινομένων.
GC99_DK89 τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι.
GC100_DK16 τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;
GC101_DK9 ὄνους σύρματ'ἄν ἑλέσθαι μᾶλλον ἢ χρυσόν.
GC102_DK35 χρὴ γὰρ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι.
GC103_DK39 ἐν Πριήνηι Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων.
GC104_DK47 μὴ εἰκῆι περὶ τῶν μεγίστων συμβαλλώμεθα.
GC105_DK49 εἷς ἐμοὶ μύριοι.
GC106_DK68 ἄκεα.
GC107_DK124 ὥσπερ σάρμα εἰκῆι κεχυμένων ὁ κάλλιστος [ὁ] κόσμος.
GC108_DK126 τὰ ψυχρὰ θέρεται, θερμὰ ψύχεται, ὑγρὰ αὐαίνεται, καρφαλέα νοτίζεται.
GC109_DK125A μὴ ἐπιλίποι ὑμῖν πλοῦτος, Ἐφέσιοι, ἵν'ἐξελέγχοισθε πονηρευόμενοι.
GC110_DK122 ἀγχιβασίην.
GC111_DK111 νοῦσος ὑγιείην ἐποίησεν ἡδὺ καὶ ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν.
GC112_DK119 ἦθος ἀνθρώπωι δαίμων.
GC113_DK87 βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγωι ἐπτοιῆσθαι φιλέει.
GC114_DK81 ... κοπίδων ἐστὶν ἀρχηγός.
GC115_DK88 ταὐτό τ'ἔνι ζῶν καὶ τεθνηκός καὶ τὸ ἐγρηγορός καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιόν: τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.
GC116_DK85 θυμῶι μάχεσθαι χαλεπόν· ὃ γὰρ ἂν θέληι, ψυχῆς ὠνέεται.
GC117_DK121 ἄξιον Ἐφεσίοισιν ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖσιν ἀνήβοισι τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἐρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον φάντες·ἡμέων μὴ δὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλληι τε καὶ μετ'ἄλλων.
GC118_DK120 ἠοῦς καὶ ἑσπέρης τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός.
GC119_DK102 τῶι μὲν θεῶι καλὰ πάντα, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια.
GC120_DK100 ... ὥρας αἳ πάντα φέρουσι.
GC121_DK96 νέκυες γὰρ κοπρίων ἐκβλητότεροι.